Eustathius

Commentary on Dionysius Periegetes 787-91 (xii AD)

Cerberus is dragged up at Heraclea Pontica and creates the poisonous aconite with his slaver or his vomit.

Περὶ δὲ τὴν τῶν Μαριανδυνῶν γῆν βοτάνη φύεται
δηλητηριώδης τὸ ἀκόνιτον, περὶ οὗ μῦθός φησιν, ὅτι
ὁ Κέρβερος ὁ χαλκεόφωνος Ἀΐδου κύων ἀνελκόμενος
ἐξ ᾅδου ὑπὸ μεγαλόφρονος Ἡρακλέος, καὶ λυττήσας
δεινὸν ἐκεῖ ἀπὸ στόματος ἔβαλε σιαλώδη χυμὸν ἢ χυ-
λὸν …
Ἀρριανὸς δὲ οὕτω γράφει περὶ τῶν τοιούτων·.» Ἀρριανὸς δὲ οὕτω γρά-
φει περὶ τῶν τοιούτων· «ἐπέκεινα Σαγγαρίου ὅμοροι
Παφλαγόνων Μαριανδυνοὶ, ἔνθα πόλις Ἡράκλεια πε-
πόλισται, ὅπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον
ἐδυστύχησαν· ἦν γὰρ αὐτοῖς πάτριον τὸ ποηφαγεῖν.»
Τὸ δ’ ἀκόνιτον πάλαι μὲν, φασὶν, ἀσινὲς ἦν, ὕστερον
δὲ κακόν τι γέγονε φάρμακον διὰ τὸν ἰὸν, ὃς τῶν ἐχι-
δνῶν ἀποστάξας, αἳ τῆς τοῦ Κερβέρου κεφαλῆς ἐκπε-
φύκασιν, ἔβλαψε τὴν πόαν. Καὶ τάχα τις ἀστεϊζό-
μενος πρὸς τὸν μῦθον καὶ τὸν Ἡράκλειον τοῦτον ἆθλον
κάτω βάλλων ἐρεῖ μηδὲν ἀγαθὸν τὸν Ἡρακλῆ ἐνταῦθα
καταπράξασθαι. Οὐ γὰρ τοσοῦτον ἀνθρώποις εἶναι
πῆμα τὸν Κέρβερον κάτω μένοντα, ὅσον ἄνω γενό-
μενον. Τότε μὲν γὰρ νεκροῖς ἐνεκάθητο, οὓς οὐκ
ἔστι δὶς θανεῖν, ἄνω δὲ φανεὶς καὶ τὸ ἀκόνιτον ἐκφήνας
κακὸν μέγα τοῖς ζῶσιν ἐγένετο.

DSS no. 41.