Argonautica

Argonautica 4.1396-1407 (c.270-45 AD)

Apollodorus narrates a vision of Ladon in death.

ἷξον δ᾽ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων
εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα
χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις: ἀμφὶ δὲ νύμφαι
Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.
δὴ τότε δ᾽ ἤδη τῆμος ὑφ᾽ Ἡρακλῆι δαϊχθεὶς
μήλειον βέβλητο ποτὶ στύπος: οἰόθι δ᾽ ἄκρῃ
οὐρῇ ἔτι σκαίρεσκεν: ἀπὸ κρατὸς δὲ κελαινὴν
ἄχρις ἐπ᾽ ἄκνηστιν κεῖτ᾽ ἄπνοος: ἐκ δὲ λιπόντων
ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν
μυῖαι πυθομένοισιν ἐφ᾽ ἕλκεσι τερσαίνοντο.
ἀγχοῦ δ᾽ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι
ἀργυφέας ξανθῇσι λίγ᾽ ἔστενον.

DSS no. 30. Translation can be found here.