Argonautica 3

Argonautica 3.1176-90 (270-45 AD)

Athene divides the Dragon of Ares’ teeth between Cadmus and Aeetes, who deploys his half in the trial he imposes upon Jason.

βὰν δ᾽ ἴμεν, οὐδ᾽ ἁλίωσαν ὁδόν: πόρε δέ σφιν ἰοῦσιν
κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
Κάδμος, ὅτ᾽ Εὐρώπην διζήμενος εἰσαφίκανεν,
πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα:
ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων
ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
καί ῥ᾽ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν
Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο:
τοὺς δὲ τότ᾽ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ᾽ ἀέθλου
ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.

DSS no. 88. Translation can be found here.