Lycus

FGrH 570 F3 (later iv BC)

The subsequent career of the Dragon of Colchis.

ἁλούσης τῆς ᾽Ιλίου, Διομήδης ἀντὶ τοῦ ἕρματος ἐκ τοῦ τείχους τῶν Τρώων λίθους εἰς τὴν ναῦν ἐβάλετο. παραγενόμενος δὲ εἰς τὸ ῎Αργος καὶ ἐλαθεὶς ὑπὸ Αἰγιαλείας τῆς γαμετῆς παρεγένετο εἰς ᾽Ιταλίαν. εὑρὼν δὲ τηνικαῦτα τὸν ἐν τῆι Σκυθίαι δράκοντα λυμαινόμενον τὴν Φαιακίδα, διέφθειρε τοῦτον, τὴν τοῦ Γλαύκου χρυσῆν ἀσπίδα κατέχων, νομίσαντος τοῦ δράκοντος τὸ χρυσοῦν δέρας εἶναι τοῦ κριοῦ. τιμηθεὶς δὲ ἐπὶ τούτωι σφόδρα, ἀνδριάντα κατασκευάσας, ἱδρύσατο ἐκ τῶν λίθων τῶν ἐκ τῆς ᾽Ιλίου. ἱστορεῖ δὲ τοῦτο Τίμαιος καὶ Λύκος ἐν τῶι τρίτωι. ὕστερον δὲ ἀνελὼν ὁ Δαῦνος αὐτόν, ἔρριψε καὶ τοὺς ἀνδριάντας εἰς θάλασσαν· οὗτοι δὲ ἀνεχόμενοι τὰ κύματα, πάλιν ἐξήρχοντο πρὸς τὰς βάσεις αὐτῶν. καὶ ἡ μὲν ἱστορία τοιαύτη.

DSS no. 91.