Dionysius of Samos

FGrH 15 F12 (Hellenistic)

Heracles kills Scylla.

Σκύλλα θυγάτηρ μὲν ἦν Φόρκυνος καὶ ῾Εκάτης, τὸ μὲν μέγεθος θαυμαστή. εἶχε δὲ πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἕξ, ἐν ἑκάστωι δὲ τῶν στομάτων τρεῖς στίχους ὀδόντων, ὀφθαλμοὺς δὲ πυροειδεῖς. καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίωι κατὰ βυθοῦ βεβλημένον, συμφυὴς οὖσα τῆι πέτραι· τὰς δὲ κεφαλὰς αὐτῆς εἶχεν ἔξω, περιμήκεις ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. ταύτην λέγεται τὸν ῾Ηρακλέα, ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς εἶδεν ἀπληστευομένην, ἀνελεῖν. τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. ἡ δὲ ἱστορία παρὰ Διονυσίωι.

DSS no. 121. Translation can be found here.