Conon

FGrH 26 F1 apud Photius Bibliotheca cod. 186

Andromeda’s sea monster rationalised.

ἡ μ̄ ἱστορία τὰ περὶ ᾽Ανδρομέδας ἱστορεῖ ἑτέρως ἢ ὡς ὁ ῾Ελλήνων μῦθος. ἀδελφοὺς μὲν γὰρ δύο γενέσθαι φασὶ Κηφέα καὶ Φινέα· καὶ εἶναι τὴν τοῦ Κηφέως βασιλείαν τότε ἐν τῆι μετονομασθείσηι μὲν ὕστερον Φοινίκηι, τηνικαῦτα δ᾽ ᾽Ιόππαι ἀπὸ ᾽Ιόππης τῆς ἐπιθαλασσιδίου πόλεως τοὔνομα λαβούσηι. καὶ ἦν τὰ τῆς ἀρχῆς ὅρια ἀπὸ τῆς καθ᾽ ἡμᾶς θαλάσσης μέχρι ᾽Αράβων τῶν πρὸς τὴν ᾽Ερυθρὰν θάλασσαν ὤικημένων. εἶναι δὲ τῶι Κηφεῖ καὶ θυγατέρα πάνυ καλὴν ᾽Ανδρομέδαν, καὶ αὐτὴν μνᾶσθαι Φοίνικά τε καὶ τὸν ἀδελφὸν Κηφέως Φινέα. Κηφεὺς δὲ μετὰ πολλοὺς τοὺς ἐφ᾽ ἑκατέρωι λογισμοὺς ἔγνω δοῦναι μὲν Φοίνικι, ἁρπαγῆι δὲ τοῦ μνηστῆρος τὸ αὑτοῦ ἑκούσιον ἀποκρύπτειν· καὶ ἁρπάζεται ἀπό τινος νησῖδος ἐρήμου ἡ ᾽Ανδρομέδα, ἐν ὧι εἰώθει ἀπιοῦσα θυσίας τῆι ᾽Αφροδίτηι θύειν. Φοίνικος δ᾽ ἁρπάσαντος νηί (Κῆτος δ᾽ αὕτη ἐκαλεῖτο ἢ μίμησιν ἔχουσα τοῦ ζώιου ἢ καὶ κατὰ τύχην), ἡ ᾽Ανδρομέδα ὡς κατὰ ἄγνοιαν τοῦ πατρὸς ἁρπαζομένη ἀνωλοφύρατό τε καὶ μετ᾽ οἰμωγῆς τοὺς βοηθήσοντας̇ ἀνεκαλεῖτο. Περσεὺς δ᾽ ὁ Δανάης κατὰ δαίμονα παραπλέων κατίσχει, καὶ πρὸς τὴν πρώτην ὄψιν τῆς κόρης οἴκτωι καὶ ἔρωτι συσχεθεὶς τό τε πλοῖον τὸ Κῆτος διαφθείρει καὶ τοὺς ἐμπλέοντας ὑπὸ ἐκπλήξεως μόνον οὐχὶ λιθωθέντας ἀναιρεῖ. καὶ τοῦτο ῞Ελλησι τὸ τοῦ μύθου κῆτος καὶ οἱ παγέντες εἰς λίθους ἄνθρωποι τῆς Γοργόνος τῆι κεφαλῆι. ἄγεται δ᾽ οὖν γυναῖκα τὴν ᾽Ανδρομέδαν, καὶ οἴχεται αὐτὴ συμπλέουσα εἰς τὴν ῾Ελλάδα τῶι Περσεῖ, καὶ βασιλεύοντος τὸ ῎Αργος οἰκεῖται.

DSS no. 118.