Pausanias of Antioch

FHG iv, F3 (iv AD)

Typhon embodied in the Syrian River Orontes.

ὁ δὲ αὐτὸς Περσεὺς μετὰ τὸ βασιλεῦσαι τῆς Περσικῆς χώρας ἔτη πολλά, μαθὼν ὅτι ἐν τῆι Συρίαι χώραι διάγουσιν ἐκ τοῦ ῎Αργους ᾽Ιωνῖται, ἦλθεν εἰς τὴν Συρίαν πρὸς αὐτοὺς εἰς τὸ Σίλπιον ὄρος ὡς πρὸς ἰδίους συγγενεῖς, οἵτινες δεξάμενοι αὐτὸν μετὰ πάσης τιμῆς προσεκύνησαν· γνόντες αὐτὸν οἱ αὐτοὶ ᾽Αργεῖοι ᾽Ιωπολῖται, ὅτι καὶ οὗτος ἐκ τοῦ γένους τῶν ᾽Αργείων κατάγεται, χαρέντες ἀνύμνουν αὐτόν. χειμῶνος δὲ γενομένου καὶ πλημμυρήσαντος πολὺ τοῦ παρακειμένου ποταμοῦ τῆι ᾽Ιωνιτῶν πόλει τοῦ λεγομένου Δράκοντος, νυνὶ δὲ ᾽Ορόντου, ἤιτησε τοὺς ᾽Ιωνίτας εὐξασθαι· καὶ ἐν τῶι εὐχεσθαι αὐτοὺς καὶ μυσταγωγεῖν κατηνέχθη σφαῖρα πυρὸς κεραυνοῦ ἐκ τοῦ οὐρανοῦ, ἥτις ἐποίησε παυθῆναι τὸν χειμῶνα καὶ τὰ τοῦ ποταμοῦ ἐπισχεθῆναι ῥεῖθρα. καὶ θαυμάσας ἐπὶ τῶι γεγονότι ὁ Περσεὺς ἐξ ἐκείνου τοῦ πυρὸς εὐθέως ἀνῆψε πῦρ, καὶ εἶχε φυλαττόμενον μεθ᾽ ἑαυτοῦ· ὅπερ πῦρ ἐβάσταζεν ἐπὶ τὰ Περσικὰ μέρη εἰς τὰ ἴδια βασίλεια, καὶ ἐδίδαξεν αὐτοὺς τιμᾶν ἐκεῖνο τὸ πῦρ, ὅπερ ἔλεγεν αὐτοῖς ἑωρακέναι ἐκ τοῦ οὐρανοῦ κατενεχθέντα· ὅπερ πῦρ ἕως τοῦ παρόντος ἐν τιμῆι ἔχουσιν οἱ Πέρσαι ὡς θεῖον. ὁ δὲ αὐτὸς Περσεὺς ἔκτισε τοῖς ᾽Ιωνίταις ἱερόν, ὃ ἐπωνόμασε πυρὸς ἀθανάτου· ὁμοίως δὲ καὶ εἰς τὰ Περσικὰ ἔκτισεν ἱερὸν πυρός, καταστήσας ἐκεῖ διακονεῖν αὐτῶι εὐλαβεῖς ἄνδρας, οὕστινας ἐκάλεσε μάγους. ταῦτα δὲ Παυσανίας ὁ σοφώτατος χρονογράφος συνεγράψατο.

DSS no. 9.