Orphic Argonautica

Orphic Argonautica 887-1021 (later iv BC)

Orpheus masterminds the seizure of the fleece from the Colchis Dragon.

Ἀλλ’ ὅτε δὴ Μήδεια λίπεν δόμον Αἰήταο
λαθριδίῃ καὶ νηὸς ἐφ’ ἡμετέρης ἐπελάσθη,
δὴ τότ’ ἄρα κατὰ θυμὸν ἐμηδόμεθ’, ὄφρα μολόντες
ἀμφ’ ἱερῆς φηγοῖο δέρας χρύσειον ἕλωμεν
ῥᾷστα· περὶ φρεσὶ δ’ ᾗσι δοκεύομεν, οὐδέ τις ἡμέων
ἔγνω μόχθον ἄελπτον· ἐφέσπετο γὰρ μέγα ἔργον
πᾶσιν ἐφ’ ἡρώεσσι, κακῶν δ’ ἀνεφαίνετο πυθμήν·
Πρόσθε γὰρ Αἰήταο δόμων ποταμοῖό τ’ ἐρυμνοῦ,
ἐννέ’ ἐπ’ ὀργυιῶν ἕρκος περιμήκετον ἄντην
φρουρεῖται πύργοισι καὶ εὐξέστοισι μύδροισιν,
ἑπτὰ περὶ στεφάνοισι κυκλούμενον· ἐν δ’ ἄρα τρισσαί

χαλκήρεις πύλαι εἰσὶ πελώριοι· ἐν δ’ ἄρα ταῖσι
τεῖχος ἐπιθρώσκει, περὶ δ’ αὖ χρύσειαι ἐπάλξεις.
Αὐτὰρ ἐπὶ σταθμοῖο πυλῶν τηλῶπις ἄνασσα
ἵστανεν αἰθύουσα πυρὸς σέλας, ἥν κέ νυ Κόλχοι
Ἄρτεμιν ἐμπυλίην κελαδοδρόμον ἱλάσκονται,
δεινήν τ’ ἀνθρώποισιν ἰδεῖν δεινήν τ’ ἐσακοῦσαι,
εἰ μή τις τελεταῖς πελάσει καὶ θύσθλα καθαρμῶν,
ὅσσα περ ἀρήτειρα καθάρματα μύστις ἔκευθε,
δεινολεχὴς Μήδεια Κυτηιάσιν μίγα κούραις.
Οὐδέ τις ἐνδοτέρω κείνην ὁδὸν εἰσεπέρησεν
ἐνδάπιος, ξεῖνός τε βροτῶν ὑπὲρ οὐδὸν ἀμείψας·
εἴργει γὰρ πάντη δεινὴ θεὸς ἡγεμόνεια,
λύσσαν ἐπιπνείουσα ὑπὲρ γαληνοῖς σκυλάκεσσιν.
Ἐν δέ σφιν πυμάτῳ μυχῷ ἕρκεος ἄλσος ἀμείβει,
δένδρεσιν εὐθαλέεσσι κατάσκιον, ᾧ ἔνι πολλαί
δάφναι τ’ ἠδὲ κράνειαι ἰδ’ εὐμήκεις πλατάνιστοι·
ἐν δὲ πόαι ῥίζῃσι κατηρεφέες χθαμαλῇσιν,
ἀσφόδελος, κλύμενός τε καὶ εὐειδὴς ἀδίαντος,
καὶ θρύον ἠδὲ κύπειρον, ἀριστερεών τ’, † ἀμενηνά
ὅρμιόν τε καὶ εἰρύσιμον, κύκλαμίς τε θεουδής,

στοιχὰς, παιονίη τε πολύκνημόν τε κάτερνες·
μανδραγόρης, πόλιόν τ’, ἐπὶ δὲ ψαφαρὸν δίκταμνον
εὔοδμός τε κρόκος, ἰδὲ κάρδαμον· ἐν δ’ ἄρα κῆμος,
σμίλαξ, ἠδὲ χαμαίμηλον, μήκων τε μέλαινα,
ἄλκυα καὶ πάνακες, καὶ κάρπασον, ἠδ’ ἀκόνιτον,
ἀλλά τε δηλήεντα κατὰ χθόνα πολλὰ πεφύκει.
Μέσσον δ’ ἠερόμηκες ἐπὶ στύπος ἄλσεϊ πολλῷ
ἥπλωται φηγοῖο πέριξ κλαδεῶσιν ἐρυμνόν,
ἐν δ’ ἄρα οἱ χρύσειον ἐπεκρέματ’ ἔνθα καὶ ἔνθα
ὅρπηκος ταναοῖο δέρας, τό κεν αἶψα δοκεύει
δεινὸς ὄφις, θνητοῖς ὀλοὸν τέρας, οὐ φατὸν εἰπεῖν.
Χρυσαῖς γὰρ φολίδεσσιν ἐθείρεται, ἐν δ’ ἄρα πρέμνον
ἀπλάτοις ὁλκοῖσι φορεύμενος ἀμφιπολεύει
σῆμα χαμαζήλοιο Διὸς, ποτὶ κῶας ἀμείβων·
φρουραῖς δ’ ἀδμήτοις ἐπιμαίεται ἄμμορος ὕπνου
γλαυκοῖς ἀμφ’ ὄσσοισιν ἀναιδέα κανθὸν ἑλίσσων.
Αὐτὰρ ἐπεὶ κλύομεν τόδ’ ἐτήτυμον ὡς ἐτέτυκτο,
ἀμφί γε Μουνυχίης Ἑκάτης φρουρῆς τε δράκοντος,
πάνθ’ ὅσα οἱ κατέλεξεν ἀριφραδέως Μήδεια,
διζόμεθ’ ἠμὲν ἄελπτον ὀϊζυροῖο πόνοιο

ὥς κέ νιν Ἀγροτέρην μειλιξάμενοι πεπίθοιμεν,
ἠδ’ ὡς θῆρα πέλωρον ἱκοίμεθα, τόφρ’ ἀνελόντες
δέρμ’ ἀπονοστήσαιμεν ἑὴν ἐς πατρίδα γαῖαν.
Καὶ τότε δὴ μετὰ πᾶσιν ὁμόκλεεν ἡρώεσσι
Μόψος (ὁ γάρ τ’ ἐδάη σφῇσιν τάδε μαντοσύνῃσιν)
ὄφρ’ ἐμὲ γουνάσωνται, ἐπιστίβωσι δὲ ἔργον,
Ἄρτεμιν ἵλασθαι, θέλξαι δ’ ὑπερήνορα θῆρα.
Ὣς οἳ μὲν λίσσοντο περισταδόν· αὐτὰρ ἔγωγε
Αἰσονίδην ἐκέλευσα δύω δὴ φῶτε κραταιώ
Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
Μόψον τ’ Ἀμπυκίδην ἰέναι πρὸς τέρματα μόχθου·
Αὐτὰρ ἐμοὶ Μήδεια συνέσπετο μούνη ἀπ’ ἄλλων.
Ἡνίκα δ’ εἰς σηκοὺς ἱκόμην ζάθεόν τε θεράπνην,
χώρῳ ἐπὶ πλακόεντι βόθρον τρίστοιχον ὄρυξα,
φιτρούς τ’ ἀρκεύθοιο καὶ ἀζαλέης ἀπὸ κέδρου,
ῥάμνον τ’ ὀξυτέροιο, πολυκλαύτων τ’ αἰγείρων,
ὦκα φέρων, ἔνησα πυρὴν ἔμπροσθε βόθροιο.
Πολλὰ δέ μοι φέρε πάμπαν ἐπισταμένη Μήδεια,
φωριαμῶν ἀνελοῦσα θυώδεος ἐξ ἀδύτοιο.
Αὐτίκα δ’ οὐλαοπλάσμαθ’ ὑπὸ πέπλους ἐπονεύμην ἂν

δὲ πυρὴν ἐπέβαλλον, ἰδ’ ἔντομα θύματ’ ἔρεζον,
σκύμνους παμμέλανας σκυλάκων τρισσοὺς ἱερεύσας.
Αἵματι δ’ αὖ χάλκανθον ἰδὲ στρούθεον ἔμιξα,
κνῆκόν τε σχιστὴν, ἐπί τε ψύλλιον ἀηδὲς,
ἄγχουσάν τ’ ἐρυθρὴν, ἰδὲ χάλκιμον· αὐτὰρ ἔπειτα
νηδύας ἐμπλήσας σκυλάκων, φιτροῖσιν ἔθηκα·
ὕδατι δ’ αὖ μίξας χολάδας χεόμην περὶ βόθρον,
ὄρφνινα θ’ ἑσσάμενος φάρη καὶ ἀπεχθέα χαλκόν
κρούων ἐλλισάμην· αἱ δ’ ὀτραλέως ἐπάκουσαν,
ῥήξασαι κενεῶνας ἀμειδήτοιο βερέθρου,
Τισιφόνη τε καὶ Ἀληκτὼ καὶ δῖα Μέγαιρα,
πεύκαις ἀζαλέαις φόνιον σέλας ἀΐσσουσαι.
Καίετο δ’ αὐτίκα βόθρος, ἐσμαράγει δ’ ὀλοὸν πῦρ·
λιγνὺς δ’ αἰθαλόεσσα χύθη περιμήκετα καπνόν.
Αὐτίκα δ’ ἐξ Ἀΐδαο διὰ φλογὸς ἠγέρθησαν
δειναὶ, θαμβήτειραι, ἀπηνέες, ἀπροσόρατοι.
Ἣ μὲν γὰρ δέμας ἔσχε σιδήρεον, ἣν καλέουσι
Πανδώρην χθόνιοι· σὺν δ’ αἰολόμορφος ἵκανε
τρισσοκέφαλος, ἰδεῖν ὀλοὸν τέρας οὔτι δαϊκτὸν,
Ταρταρόπαις Ἑκάτη· λαιοῦ δ’ ἄρ’ ἐπεσσύθη ὤμου

ἵππος χαιτήεις· κατὰ δεξιὰ δ’ ἦεν ἀθρῆσαι
λυσσῶπις σκυλάκη· μέσση δ’ ἔφυ ἀγριόμορφος
χερσὶν δ’ ἀμφοτέραις ἔχεν ἄορα κωπήεντα.
Ἐγκύκλιαι δινεῦντο περὶ βόθρον ἔνθα καὶ ἔνθα
Πανδώρη Ἑκάτη τε· συνεσσεύοντο δὲ Ποιναί.
Ἐκ δ’ ἄφαρ Ἀρτέμιδος φρουρὸν δέμας ἧκε χαμάζε
πεύκας ἐκ χειρῶν, ἐς δ’ οὐρανὸν ἤραρεν ὄσσε.
Σαῖνον δὲ σκύλακες πρόπολοι, λύοντο δ’ ὀχῆες
κλείθρων ἀργυρέων, ἀνὰ δ’ ἔπτατο καλὰ θύρετρα
τείχεος εὐρυμενοῦς, ὑπεφαίνετο δ’ ἄλσος ἐρυμνόν.
Αὐτὰρ ἐγὼν ὑπὲρ οὐδὸν ἔβην· τῆμος δέ τε κούρη
Αἰήτεω Μήδεια καὶ Αἴσονος ἀγλαὸς υἱός,
Τυνδαρίδαι τ’ ἤπειγον ὁμοῦ, σὺν δ’ ἕσπετο Μόψος.
Ἀλλ’ ὅτε δὴ σχεδόθεν κατεφαίνετο φηγὸς ἐραννή,
κρηπίς τε ξενίοιο Διὸς καὶ βώμιος ἕδρη,
ἔνθα δράκων ὁλκοῖσιν ὑπὸ πλατέεσσιν ἑλιχθείς
δινεύων ἀνάειρε κάρη βλοσυρόν τε γένειον,
ἂν δ’ ὀλοὸν σύριγξ’ ἐπὶ δ’ ἔβραχεν ἄσπετος αἰθήρ·

Αὐτὰρ ἔμ’ ἠδ’ ἑτάρους τρόμος ἔλλαβε· νόσφι δὲ μούνη
Μήδει’ ἐνὶ στέρνοισιν ἀκαμπέα θυμὸν ἐνώμα·
δρέψατο γὰρ παλάμῃσι λυγρῶν ἀποθρίσματα ῥιζῶν.
Καὶ τότ’ ἐγὼ φόρμιγγος ἐφήρμοσα θέσκελον ὀμφήν,
κλάγξα δ’ ἄρ’ ἐξ ὑπάτης χέλυος βαρυηχέα φωνήν
σιγαλέως ἄφθεγκτον ἐμοῖς ὑπὸ χείλεσι πέμπων.
Κλῇξα γὰρ ὕπνον ἄνακτα θεῶν πάντων τ’ ἀνθρώπων,
ὄφρα μολὼν θέλξειε μένος βριαροῖο δράκοντος.
Ῥίμφα δέ μοι ὑπάκουσε, Κυτηΐδα δ’ ἧκ’ ἐπὶ γαῖαν.
Κοιμίσσας δ’ ὅγε φῦλα πανημερίων ἀνθρώπων,
καὶ ζαμενεῖς ἀνέμων πνοιὰς, καὶ κύματα πόντου,
πηγάς τ’ ἀενάων ὑδάτων, ποταμῶν τε ῥέεθρα,
θῆράς τ’ οἰωνούς τε, τά τε ζώει τε καὶ ἕρπει,
εὐνάζων ἤμειψεν ὑπὸ χρυσέαις πτερύγεσσιν.
Ἷξε δ’ ὑπὸ στυφελῶν Κόλχων εὐανθέα χῶρον·
κῶμα δ’ ἄφαρ κατέμαρψε πελωρίου ὄσσε δράκοντος,
ἰσοπαλὲς θανάτῳ· δολιχὴν δ’ ἀμφ’ αὐχένι δειρήν
θῆκε καρηβαρέων φολίσιν· θάμβησε δ’ ἰδοῦσα
αἰνόποτμος Μήδεια· καὶ Αἴσονος ἀγλαὸν υἷα
ἧκ’ ἐπιθαρσύνουσα θοῶς πρέμνοιο λαβέσθαι
Δένδρεα δ’ ἐσμαράγησε, κραδαινόμεν’ ἔνθα καὶ ἔνθα
πρυμνόθεν ἐκ ῥίζης· ἰάχησε δὲ σύσκιον ἄλσος.

κῶας χρυσεόμαλλον· ὁ δ’ οὐκ ἀπίθησεν ἀκούσας·
αὐτὰρ ἀειράμενος δέρας ἄπλετον ἷκτ’ ἐπὶ νῆα.
Ἥρωες Μινύαι μέγ’ ἐγήθεον, ἂν δ’ ἄρα χεῖρας
ἀθανάτοις ἤειραν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.

DSS no. 90. Translation can be found here.